호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται, τὴν ποίης Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ:? ἀμφὶ δ ἄρ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος, πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ ὑψόθεν ἐκ πέτρης: βωμὸς δ ἐφύπερθε τέτυκτο νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται: ἔνθα σφέας ἐκίχαν υἱὸς Δολίοιο Μελανθεὺς αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι, δεῖπνον μνηστήρεσσι: δύω δ ἅμ ἕποντο νομῆες. τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τ ἔφατ ἔκ τ ὀνόμαζεν, ἔκπαγλον καὶ ἀεικές: ὄρινε δὲ κῆρ Ὀδυσῆος:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기