- 텍스트

Homer, Odyssey, Book 17 14:

(호메로스, 오디세이아, Book 17 14:)

ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.? αὐτὰρ ἐπεί ῥ ἵκοντο δόμους εὖ ναιετάοντας, χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, ἐς δ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο. τοὺς δ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, ἀμφὶ δ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας, ἔκ ῥ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον. χέρνιβα δ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, νίψασθαι: παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. σῖτον δ αἰδοίη ταμίη παρέθηκε φέρουσα, εἴδατα πόλλ ἐπιθεῖσα, χαριζομένη παρεόντων. μήτηρ δ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο κλισμῷ κεκλιμένη, λέπτ ἠλάκατα στρωφῶσα. οἱ δ ἐπ ὀνείαθ ἑτοῖμα προκείμενα χεῖρας ἰάλλον, αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION