호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τηλέμαχος δ ἄρ ἔπειτα διὲκ μεγάροιο βεβήκει ἔγχος ἔχων:? τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἐείπε: ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο. θεσπεσίην δ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη: τὸν δ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο. ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο ἔσθλ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον. αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον, ἀλλ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδ Ἁλιθέρσης, οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι, ἔνθα καθέζετ ἰών: τοὶ δ ἐξερέεινον ἕκαστα. τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν: οὐδ ἄρ ἔτι δὴν Τηλέμαχος ξείνοιο ἑκὰς τράπετ, ἀλλὰ παρέστη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기