호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὢ πόποι, ὡς τόνδ ἄνδρα θεοὶ κακότητος ἔλυσαν.? ἤματα μὲν σκοποὶ ἷζον ἐπ ἄκριας ἠνεμοέσσας αἰὲν ἐπασσύτεροι: ἅμα δ ἠελίῳ καταδύντι οὔ ποτ ἐπ ἠπείρου νύκτ ἄσαμεν, ἀλλ ἐνὶ πόντῳ νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ηὦ δῖαν, Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες αὐτόν: τὸν δ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων, ἡμεῖς δ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον Τηλεμάχῳ, μηδ ἧμας ὑπεκφύγοι: οὐ γὰρ ὀΐω τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα. αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε, λαοὶ δ οὐκέτι πάμπαν ἐφ ἡμῖν ἦρα φέρουσιν. ἀλλ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς εἰς ἀγορήν - οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω, ἀλλ ἀπομηνίσει, ἐρέει δ ἐν πᾶσιν ἀναστὰς οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδ ἐκίχημεν: οἱ δ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα: μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι γαίης ἡμετέρης, ἄλλων δ ἀφικώμεθα δῆμον: ἀλλὰ φθέωμεν ἑλόντες ἐπ ἀγροῦ νόσφι πόληος ἢ ἐν ὁδῷ: βίοτον δ αὐτοὶ καὶ κτήματ ἔχωμεν, δασσάμενοι κατὰ μοῖραν ἐφ ἡμέας, οἰκία δ αὖτε κείνου μητέρι δοῖμεν ἔχειν ἠδ ὅστις ὀπυίοι. εἰ δ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα, μή οἱ χρήματ ἔπειτα ἅλις θυμηδέ ἔδωμεν ἐνθάδ ἀγειρόμενοι, ἀλλ ἐκ μεγάροιο ἕκαστος μνάσθω ἐέδνοισιν διζήμενος: ἡ δέ κ ἔπειτα γήμαιθ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기