호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:? "τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω. Φαίηκές μ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται: καί μ εὕδοντ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα, χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ ὑφαντήν. καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται: νῦν αὖ δεῦρ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης, ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν. ἀλλ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον, ὄφρ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί: καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθ ἀντιφέρεσθαι μούνω ἄνευθ ἄλλων, ἦ καὶ διζησόμεθ ἄλλους. " τὸν δ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα: "ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον, χεῖράς τ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν: ἀλλὰ λίην μέγα εἶπες: ἄγη μ ἔχει: οὐδέ κεν εἰή ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι. μνηστήρων δ οὔτ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύ οἰαῖ, ἀλλὰ πολὺ πλέονες: τάχα δ εἴσεαι ἐνθάδ ἀριθμόν. ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται: ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἐάσιν, ἐκ δὲ Ζακύνθου ἐάσιν ἐείκοσι κοῦροι Ἀχαιῶν, ἐκ δ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι, καί σφιν ἅμ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων. τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων, μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών. ἀλλὰ σύ γ, εἰ δύνασαί τιν ἀμύντορα μερμηρίξαι, φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기