호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:? "ὦ φίλ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν, ἦ μάλα μευ καταδάπτετ ἀκούοντος φίλον ἦτορ, οἱά῀ φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος. εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ ἐχθαίρους ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ, ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται. αἲ γάρ ἐγὼν οὕτω νέος εἰήν τῷδ ἐπὶ θυμῷ, ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός: αὐτίκ ἔπειτ ἀπ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς, εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην, ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος. εἰ δ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα, βουλοίμην κ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι τεθνάμεν ἢ τάδε γ αἰὲν ἀεικέα ἔργ ὁράασθαι, ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά, καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기