호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:? "Εὔμαι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἐείπες: πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ· αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα ἄνδρ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ: μητρὶ δ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει, ἢ αὐτοῦ παρ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ, εὐνήν τ αἰδομένη πόσιος δήμοιό τε φῆμιν, ἦ ἤδη ἅμ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν. ἀλλ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα, ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα, πέμψω δ ὅππη μιν κραδίη θυμός τε κελεύει. εἰ δ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας: εἵματα δ ἐνθάδ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους. κεῖσε δ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι ἔρχεσθαι: λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι: μή μιν κερτομέωσιν, ἐμοὶ δ ἄχος ἔσσεται αἰνόν. πρῆξαι δ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기