호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος.? οὔ ς ἔτ ἐγώ γε ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε. ἀλλ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα. οὐ μὲν γάρ τι θάμ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας, ἀλλ ἐπιδημεύεις: ὣς γάρ νύ τοι εὐάδε θυμῷ, ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον. " τὸν δ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα: "ἔσσεται οὕτως, ἄττα: σέθεν δ ἕνεκ ἐνθάδ ἱκάνω, ὄφρα σέ τ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω, ἤ μοι ἔτ ἐν μεγάροις μήτηρ μένει, ἠέ῀ τις ἤδη ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ χήτει ἐνευναίων κάκ ἀράχνια κεῖται ἔχουσα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기