Homer, Odyssey, Book 16 1:

(호메로스, 오디세이아, Book 16 1:)

τὼ δ’ αὖτ’ ἐν κλισίῃ Ὀδυσεὺσ καὶ δῖοσ ὑφορβὸσ ἐντύνοντο ἄριστον ἅμ’ ἠοῖ, κηαμένω πῦρ, ἔκπεμψάν τε νομῆασ ἅμ’ ἀγρομένοισι σύεσσι· Τηλέμαχον δὲ περίσσαινον κύνεσ ὑλακόμωροι, οὐδ’ ὕλαον προσιόντα. νόησε δὲ δῖοσ Ὀδυσσεὺσ σαίνοντάσ τε κύνασ, περί τε κτύποσ ἦλθε ποδοῖϊν. αἶψα δ’ ἄρ’ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·

SEARCH

MENU NAVIGATION