호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, καδδραθέτην δ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα:? αἶψα γὰρ Ηὢς ἦλθεν ἐΰθρονος. οἱ δ ἐπὶ χέρσου Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δ ἕλον ἱστὸν καρπαλίμως, τὴν δ εἰς ὁρ´μον προέρυσσαν ἐρετμοῖς: ἐκ δ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι ἔδησαν: ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, δεῖπνόν τ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기