호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἡ μὲν ἄρ ὣς εἰποῦς ἀπέβη πρὸς δώματα καλά, οἱ δ ἐνιαυτὸν ἅπαντα παρ ἡμῖν αὖθι μένοντες ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.? ἀλλ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι, καὶ τότ ἄρ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί. ἤλυθ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς χρύσεον ὁρ´μον ἔχων, μετὰ δ ἠλέκτροισιν ἐέρτο. τὸν μὲν ἄρ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ χερσίν τ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο, ὦνον ὑπισχόμεναι: ὁ δὲ τῇ κατένευσε σιωπῇ. ἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει, ἡ δ ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε. εὑρ῀ε δ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρ ἀμφεπένοντο. οἱ μὲν ἄρ ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν, ἡ δ αἶψα τρί ἄλεισα κατακρύψας ὑπὸ κόλπῳ ἔκφερεν: αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι. δύσετό τ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί: ἡμεῖς δ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες, ἔνθ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς. οἱ μὲν ἔπειτ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα, νὼ ἀναβησάμενοι: ἐπὶ δὲ Ζεὺς οὖρον ἰάλλεν. ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ: ἀλλ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων, τὴν μὲν ἔπειτα γυναῖκα βάλ Ἄρτεμις ἰοχέαιρα, ἄντλῳ δ ἐνδούπησε πεσοῦς ὡς εἰναλίη κήξ. καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι ἔκβαλον: αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ: τοὺς δ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ, ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν. οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι. " τὸν δ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ: "Εὔμαι, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ. ἀλλ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε Ζεύς, ἐπεὶ ἀνδρὸς δώματ ἀφίκεο πολλὰ μογήσας ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε ἐνδυκέως, ζώεις δ ἀγαθὸν βίον: αὐτὰρ ἐγώ γε πολλὰ βροτῶν ἐπὶ ἄστε ἀλώμενος ἐνθάδ ἱκάνω.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기