- 텍스트

Homer, Odyssey, Book 15 57:

(호메로스, 오디세이아, Book 15 57:)

"σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ, ἤ που ἐπὶ κρήνῃ:? μή τις ποτὶ δῶμα γέροντι ἐλθὼν ἐξείπῃ, ὁ δ ὀϊσάμενος καταδήσῃ δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δ ἐπιφράσσετ ὄλεθρον. ἀλλ ἔχετ ἐν φρεσὶ μῦθον, ἐπείγετε δ ὦνον ὁδαίων. ἀλλ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται, ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθ ἱκέσθω: οἴσω γὰρ καὶ χρυσόν, ὅτις χ ὑποχείριος ἔλθῃ: καὶ δέ κεν ἄλλ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην. παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω, κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε: τόν κεν ἄγοιμ ἐπὶ νηός, ὁ δ ὑμῖν μυρίον ὦνον ἄλφοι, ὅπῃ περάσητε κατ ἀλλοθρόους ἀνθρώπους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION