호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες, τρῶκται, μυρί ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.? ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισς ἐνὶ οἴκῳ, καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα: τὴν δ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον. πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει θηλυτέρῃσι γυναιξί, καὶ ἥ κ εὐεργὸς ἐῄσιν. εἰρώτα δὴ ἔπειτα τίς εἰή καὶ πόθεν ἔλθοι: ἡ δὲ μάλ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기