- 텍스트

Homer, Odyssey, Book 15 49:

(호메로스, 오디세이아, Book 15 49:)

τὸν δ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν:? "ξεῖν, ἐπεὶ ἂρ δὴ ταῦτά μ ἀνείρεαι ἠδὲ μεταλλᾷς, σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι: ἔστι μὲν εὕδειν, ἔστι δὲ τερπομένοισιν ἀκούειν: οὐδέ τί σε χρή, πρὶν ὡρ´η, καταλέχθαι: ἀνίη καὶ πολὺς ὕπνος. τῶν δ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει, εὑδέτω ἐξελθών: ἅμα δ ἠοῖ φαινομένηφι δειπνήσας ἅμ ὑέσσιν ἀνακτορίῃσιν ἑπέσθω. νῶϊ δ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι, μνωομένω: μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ, ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλ ἐπαληθῇ. τοῦτο δέ τοι ἐρέω ὅ μ ἀνείρεαι ἠδὲ μεταλλᾷς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION