- 텍스트

Homer, Odyssey, Book 15 46:

(호메로스, 오디세이아, Book 15 46:)

τὸν δ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρὼν:? "τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ ἀτρεκέως ἀγορεύσω. Λαέρτης μὲν ἔτι ζώει, Διὶ δ εὔχεται αἰεὶ θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν: ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο κουριδίης τ ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα ἤκαχ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν. ἡ δ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο, λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε ἐνθάδε ναιετάων φίλος εἰή καὶ φίλα ἔρδοι. ὄφρα μὲν οὖν δὴ κείνη ἐήν, ἀχέουσά περ ἔμπης, τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι, οὕνεκά μ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ, θυγατέρ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων: τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μ ἧσσον ἐτίμα. αὐτὰρ ἐπεί ῥ ἥβην πολυήρατον ἱκόμεθ ἄμφω, τὴν μὲν ἔπειτα Σάμηνδ ἔδοσαν καὶ μυρί ἕλοντο, αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματ ἐκείνη καλὰ μάλ ἀμφιέσασα, ποσὶν δ ὑποδήματα δοῦσα ἀγρόνδε προΐαλλε: φίλει δέ με κηρόθι μᾶλλον. νῦν δ ἤδη τούτων ἐπιδεύομαι: ἀλλά μοι αὐτῷ ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω: τῶν ἔφαγόν τ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα. ἐκ δ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι οὔτ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ, ἄνδρες ὑπερφίαλοι: μέγα δὲ δμῶες χατέουσιν ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι ἀγρόνδ, οἱά῀ τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION