호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"Τηλέμαχ, οὐκέτι καλὰ δόμων ἄπο τῆλ ἀλάλησαι, κτήματά τε προλιπὼν ἄνδρας τ ἐν σοῖσι δόμοισιν οὕτω ὑπερφιάλους:? μή τοι κατὰ πάντα φάγωσι κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς. ἀλλ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον πεμπέμεν, ὄφρ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς. ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται Εὐρυμάχῳ γήμασθαι: ὁ γὰρ περιβάλλει ἅπαντας μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἐέδνα: μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται. οἶσθα γὰρ οἱο῀ς θυμὸς ἐνὶ στήθεσσι γυναικός: κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ, παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ. ἀλλὰ σύ γ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι, εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν. ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ. μνηστήρων ς ἐπιτηδὲς ἀριστῆες λοχόωσιν ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης. ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι. ἀλλὰ τά γ οὐκ ὀΐω: πρὶν καί τινα γαῖα καθέξει ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν. ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα, νυκτὶ δ ὁμῶς πλείειν: πέμψει δέ τοι οὖρον ὄπισθεν ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε. αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι, νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους, αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι, ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν. ἔνθα δὲ νύκτ ἀέσαι: τὸν δ ὀτρῦναι πόλιν εἴσω ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ, οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기