호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ δ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη ᾤχετ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.? εὑρ῀ε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν εὕδοντ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο, ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ: Τηλέμαχον δ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλ ἐνὶ θυμῷ νύκτα δι ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν. ἀγχοῦ δ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기