호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖσ αἰειγενέτῃσι, σπείσασ δ’ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ ἐν χείρεσσιν ἔθηκεν· ὁ δ’ ἕζετο ᾗ παρὰ μοίρῃ. σῖτον δέ σφιν ἔνειμε Μεσαύλιοσ, ὅν ῥα συβώτησ αὐτὸσ κτήσατο οἰο͂σ ἀποιχομένοιο ἄνακτοσ, νόσφιν δεσποίνησ καὶ Λαέρταο γέροντοσ· πὰρ δ’ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν. οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρασ ἰάλλον. αὐτὰρ ἐπεὶ πόσιοσ καὶ ἐδητύοσ ἐξ ἔρον ἕντο, σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιοσ, οἱ δ’ ἐπὶ κοῖτον σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기