- 텍스트

Homer, Odyssey, Book 14 34:

(호메로스, 오디세이아, Book 14 34:)

ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ, οἱ δ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.? τὸν μὲν ἔπειτ ἔστησαν ἐπ ἐσχάρῃ: οὐδὲ συβώτης λήθετ ἄρ ἀθανάτων: φρεσὶ γὰρ κέχρητ ἀγαθῇσιν: ἀλλ ὅγ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε. κόψε δ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων: τὸν δ ἔλιπε ψυχή. τοὶ δ ἔσφαξάν τε καὶ εὗσαν: αἶψα δέ μιν διέχευαν: ὁ δ ὠμοθετεῖτο συβώτης, πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν, καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ, μίστυλλόν τ ἄρα τἆλλα καὶ ἀμφ ὀβελοῖσιν ἔπειραν, ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα, βάλλον δ εἰν ἐλεοῖσιν ἀολλέα: ἂν δὲ συβώτης ἵστατο δαιτρεύσων: περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη. καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων: τὴν μὲν ἰάν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ, θῆκεν ἐπευξάμενος, τὰς δ ἄλλας νεῖμεν ἑκάστῳ: νώτοισιν δ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος: καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION