호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἔνθ Ὀδυσῆος ἐγὼ πυθόμην:? κεῖνος γὰρ ἔφασκε ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντ ἐς πατρίδα γαῖαν, καί μοι κτήματ ἔδειξεν ὅσα ξυναγείρατ Ὀδυσσεύς, χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον. καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γ ἔτι βόσκοι: τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος. τὸν δ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι, ὅππως νοστήσει Ἰθάκης ἐς πίονα δῆμον ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἠε῀ κρυφηδόν. ὤμοσε δὲ πρὸς ἔμ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ, νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους, οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν. ἀλλ ἐμὲ πρὶν ἀπέπεμψε: τύχησε γὰρ ἐρχομένη νηῦς ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον. ἔνθ ὅ γέ μ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ ἐνδυκέως: τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ ἀμφ ἐμοί, ὄφρ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην. ἀλλ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς, αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο. ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματ ἔδυσαν, ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα, ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὁρ´ηαι: ἑσπέριοι δ Ἰθάκης εὐδειέλου ἔργ ἀφίκοντο. ἔνθ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δ ἀποβάντες ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο. αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ ῥηϊδίως: κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας, ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσς ἀμφοτέρῃσι νηχόμενος, μάλα δ ὦκα θύρηθ ἐά ἀμφὶς ἐκείνων. ἔνθ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης, κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες φοίτων: ἀλλ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον νηὸς ἔπι γλαφυρῆς: ἐμὲ δ ἔκρυψαν θεοὶ αὐτοὶ ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες ἀνδρὸς ἐπισταμένου: ἔτι γάρ νύ μοι αἶσα βιῶναι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기