호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δ ἄγειρα χρήματ ἀν Αἰγυπτίους ἄνδρας:? δίδοσαν γὰρ ἅπαντες. ἀλλ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν, δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς, τρώκτης, ὃς δὴ πολλὰ κάκ ἀνθρώποισιν ἐώργει: ὅς μ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρ ἱκόμεσθα Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματ ἔκειτο. ἔνθα παρ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν. ἀλλ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὡρ῀αι, ἐς Λιβύην μ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι, κεῖθι δέ μ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο. τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ. ἡ δ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ, μέσσον ὑπὲρ Κρήτης: Ζεὺς δέ σφισι μήδετ ὄλεθρον. ἀλλ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη φαίνετο γαιάων, ἀλλ οὐρανὸς ἠδὲ θάλασσα, δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπ αὐτῆς. Ζεὺς δ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν: ἡ δ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ, ἐν δὲ θεείου πλῆτο: πέσον δ ἐκ νηὸς ἅπαντες. οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν κύμασιν ἐμφορέοντο: θεὸς δ ἀποαίνυτο νόστον. αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ, ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι. τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν. ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον. ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων ἡρ´ως ἀπριάτην: τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον, χειρὸς ἀναστήσας, ὄφρ ἵκετο δώματα πατρός: ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기