- 텍스트

Homer, Odyssey, Book 14 21:

(호메로스, 오디세이아, Book 14 21:)

"ἀλλ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς ἐφράσαθ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ ἔλυσε, δὴ τότ ἔμ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα νήεσς ἡγήσασθαι ἐς Ἴλιον:? οὐδέ τι μῆχος ἠε῀ν ἀνήνασθαι, χαλεπὴ δ ἔχε δήμου φῆμις. ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἱε῀ς Ἀχαιῶν, τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν οἴκαδε σὺν νήεσσι, θεὸς δ ἐκέδασσεν Ἀχαιούς. αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς: μῆνα γὰρ οἰο῀ν ἔμεινα τεταρπόμενος τεκέεσσιν κουριδίῃ τ ἀλόχῳ καὶ κτήμασιν: αὐτὰρ ἔπειτα Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι, νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν. ἐννέα νῆας στεῖλα, θοῶς δ ἐσαγείρατο λαός. ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι δαίνυντ: αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι. ἑβδομάτῃ δ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον: οὐδέ τις οὖν μοι νηῶν πημάνθη, ἀλλ ἀσκηθέες καὶ ἄνουσοι ἥμεθα, τὰς δ ἄνεμός τε κυβερνῆταί τ ἴθυνον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION