호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων, ἀνέρος ἀφνειοῖο πάϊς:? πολλοὶ δὲ καὶ ἄλλοι υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδ ἐγένοντο γνήσιοι ἐξ ἀλόχου: ἐμὲ δ ὠνητὴ τέκε μήτηρ παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι ὃς τότ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν. ἀλλ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι εἰς Αἴ¨δαο δόμους: τοὶ δὲ ζωὴν ἐδύσαντο παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο, αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκί ἔνειμαν. ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων εἵνεκ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἠᾶ οὐδὲ φυγοπτόλεμος: νῦν δ ἤδη πάντα λέλοιπεν ἀλλ ἔμπης καλάμην γέ ς ὀΐομαι εἰσορόωντα γιγνώσκειν: ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή. ἦ μὲν δὴ θάρσος μοι Ἄρης τ ἔδοσαν καὶ Ἀθήνη καὶ ῥηξηνορίην: ὁπότε κρίνοιμι λόχονδε ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων, οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ, ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν. τοῖος ἐά ἐν πολέμῳ: ἔργον δέ μοι οὐ φίλον ἔσκεν οὐδ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα, ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί, λυγρά, τά τ ἄλλοισίν γε καταριγηλὰ πέλονται. αὐτὰρ ἐμοὶ τὰ φίλ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν: ἄλλος γάρ τ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις. πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἱᾶς Ἀχαιῶν εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά. τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δ ὀπίσσω λάγχανον: αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα δεινός τ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기