- 텍스트

Homer, Odyssey, Book 14 17:

(호메로스, 오디세이아, Book 14 17:)

τὸν δ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα:? "ὦ γέρον, οὔτ ἄρ ἐγὼν εὐαγγέλιον τόδε τίσω, οὔτ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται: ἀλλὰ ἕκηλος πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων μίμνησκ: ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος. ἀλλ ἦ τοι ὁρ´κον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς ἔλθοι ὅπως μιν ἐγώ γ ἐθέλω καὶ Πηνελόπεια Λαέρτης θ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής. νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκ Ὀδυσσεύς, Τηλεμάχου: τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον, καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν, τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας ἠέ τις ἀνθρώπων: ὁ δ ἔβη μετὰ πατρὸς ἀκουὴν ἐς Πύλον ἠγαθέην: τὸν δὲ μνηστῆρες ἀγαυοὶ οἴκαδ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο. ἀλλ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων. ἀλλ ἄγε μοι σύ, γεραιέ, τὰ ς αὐτοῦ κήδε ἐνίσπες καί μοι τοῦτ ἀγόρευσον ἐτήτυμον, ὄφρ ἐῢ εἰδῶ: τίς πόθεν εἶς ἀνδρῶν· πόθι τοι πόλις ἠδὲ τοκῆες· ὁπποίης τ ἐπὶ νηὸς ἀφίκεο: πῶς δέ σε ναῦται ἤγαγον εἰς Ἰθάκην· τίνες ἔμμεναι εὐχετόωντο· οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ ἱκέσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION