호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:? "ὦ φίλ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδ ἔτι φῇσθα κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος: ἀλλ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὁρ´κῳ, ὡς νεῖται Ὀδυσεύς: εὐαγγέλιον δέ μοι ἔστω αὐτίκ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθ ἵκηται: ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά: πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην. ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Αἴ¨δαο πύλῃσι γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα, ἱστίη τ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω: ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω. τοῦδ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ Ὀδυσσεύς. τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ ἱσταμένοιο, οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου ἐνθάδ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기