- 텍스트

Homer, Odyssey, Book 14 2:

(호메로스, 오디세이아, Book 14 2:)

τὸν δ ἄρ ἐνὶ προδόμῳ εὑρ῀ ἥμενον, ἔνθα οἱ αὐλὴ ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ, καλή τε μεγάλη τε, περίδρομος:? ἥν ῥα συβώτης αὐτὸς δείμαθ ὑέσσιν ἀποιχομένοιο ἄνακτος, νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος, ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ: σταυροὺς δ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα, πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας: ἔντοσθεν δ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει πλησίον ἀλλήλων, εὐνὰς συσίν: ἐν δὲ ἑκάστῳ πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο, θήλειαι τοκάδες: τοὶ δ ἄρσενες ἐκτὸς ἰαυόν, πολλὸν παυρότεροι: τοὺς γὰρ μινύθεσκον ἔδοντες ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων: οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο. πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἰαυόν τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν. αὐτὸς δ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα, τάμνων δέρμα βόειον ἐϋχροές: οἱ δὲ δὴ ἄλλοι ᾤχοντ ἄλλυδις ἄλλος ἅμ ἀγρομένοισι σύεσσιν, οἱ τρεῖς: τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ, ὄφρ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION