호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν δ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:? ἀλλὰ τά γ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν. "τίπτε τ ἄρ οὔ οἱ ἐείπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα· ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ πόντον ἐπ ἀτρύγετον: βίοτον δέ οἱ ἄλλοι ἔδουσι· τὸν δ ἠμείβετ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη: "μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω. αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο κεῖς ἐλθών: ἀτὰρ οὔ τιν ἔχει πόνον, ἀλλὰ ἕκηλος ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δ ἄσπετα κεῖται. ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ, ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기