- 텍스트

Homer, Odyssey, Book 13 40:

(호메로스, 오디세이아, Book 13 40:)

τὸν δ ἠμείβετ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη:? "αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα: τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα, οὕνεκ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων. ἀσπασίως γάρ κ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν ἱέτ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τ ἄλοχόν τε: σοὶ δ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι, πρίν γ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ. αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτ ἀπίστεον, ἀλλ ἐνὶ θυμῷ ᾔδε, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους: ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ, χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας. ἀλλ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς. Φόρκυνος μὲν ὅδ ἐστὶ λιμήν, ἁλίοιο γέροντος, ἥδε δ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη: ἀγχόθι δ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές, ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται: τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας: τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION