- 텍스트

Homer, Odyssey, Book 13 34:

(호메로스, 오디세이아, Book 13 34:)

"πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ, τηλοῦ ὑπὲρ πόντου:? νῦν δ εἰλήλουθα καὶ αὐτὸς χρήμασι σὺν τοίσδεσσι: λιπὼν δ ἔτι παισὶ τοσαῦτα φεύγω, ἐπεὶ φίλον υἱᾶ κατέκτανον Ἰδομενῆος, Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν, οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης Τρωϊάδος, τῆς εἵνεκ ἐγὼ πάθον ἄλγεα θυμῷ, ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων, οὕνεκ ἄρ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον δήμῳ ἔνι Τρώων, ἀλλ ἄλλων ἦρχον ἑταίρων. τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ: νὺξ δὲ μάλα δνοφερὴ κάτεχ οὐρανόν, οὐδέ τις ἡμέας ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας. αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ, αὐτίκ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα: τούς μ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. ἀλλ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο πόλλ ἀεκαζομένους, οὐδ ἤθελον ἐξαπατῆσαι. κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός. σπουδῇ δ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν δόρπου μνῆστις ἐήν, μάλα περ χατέουσιν ἑλέσθαι, ἀλλ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες. ἔνθ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα, οἱ δὲ χρήματ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην. οἱ δ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες ᾤχοντ: αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION