- 텍스트

Homer, Odyssey, Book 13 31:

(호메로스, 오디세이아, Book 13 31:)

τὸν δ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:? τῷ τοι, ξεῖν, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομ ἵκει, τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἰής. "νήπιός εἰς, ὦ ξεῖν, ἢ τηλόθεν εἰλήλουθας, εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην οὕτω νώνυμός ἐστιν: ἴσασι δέ μιν μάλα πολλοί, ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τ ἠέλιόν τε, ἠδ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα. ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν, οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδ εὐρεῖα τέτυκται. ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος γίγνεται: αἰεὶ δ ὄμβρος ἔχει τεθαλυῖά τ ἐέρση: αἰγίβοτος δ ἀγαθὴ καὶ βούβοτος: ἔστι μὲν ὕλη παντοίη, ἐν δ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION