호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔνθ οἵ γ εἰσέλασαν, πρὶν εἰδότες:? ἡ μὲν ἔπειτα ἠπείρῳ ἐπέκελσεν, ὅσον τ ἐπὶ ἥμισυ πάσης, σπερχομένη: τοῖον γὰρ ἐπείγετο χέρς ἐρετάων: οἱ δ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἀείραν αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι, κὰδ δ ἄρ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ, ἐκ δὲ κτήματ ἀείραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ ὤπασαν οἴκαδ ἰόντι διὰ μεγάθυμον Ἀθήνην. καὶ τὰ μὲν οὖν παρὰ πυθμέν ἐλαίης ἀθρόα θῆκαν ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων, πρίν γ Ὀδυσῆ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο: αὐτοὶ δ αὖτ οἶκόνδε πάλιν κίον. οὐδ ἐνοσίχθων λήθετ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ πρῶτον ἐπηπείλησε, Διὸς δ ἐξείρετο βουλήν:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기