호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος, ἐν δήμῳ Ἰθάκης:? οὐδέ τι κείνῃ ἄνδρες ἐσέρχονται, ἀλλ ἀθανάτων ὁδός ἐστιν. δύο δὲ προβλῆτες ἐν αὐτῷ ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι, αἵ τ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα ἔκτοθεν: ἔντοσθεν δέ τ ἄνευ δεσμοῖο μένουσι νῆες ἐΰσσελμοι, ὅτ ἂν ὁρ´μου μέτρον ἵκωνται. αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη, ἀγχόθι δ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές, ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται. ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἐάσιν λάϊνοι: ἔνθα δ ἔπειτα τιθαιβώσσουσι μέλισσαι. ἐν δ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι φάρε ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι: ἐν δ ὕδατ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν, αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν, αἱ δ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기