호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἀλλ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη φαίνετο γαιάων, ἀλλ οὐρανὸς ἠδὲ θάλασσα, δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπ αὐτῆς.? ἡ δ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον: αἶψα γὰρ ἦλθε κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων, ἱστοῦ δὲ προτόνους ἔρρηξ ἀνέμοιο θύελλα ἀμφοτέρους: ἱστὸς δ ὀπίσω πέσεν, ὅπλα τε πάντα εἰς ἄντλον κατέχυνθ. ὁ δ ἄρα πρυμνῇ ἐνὶ νηὶ πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δ ὀστέ ἄραξε πάντ ἄμυδις κεφαλῆς: ὁ δ ἄρ ἀρνευτῆρι ἐοικὼς κάππες ἀπ ἰκριόφιν, λίπε δ ὀστέα θυμὸς ἀγήνωρ. Ζεὺς δ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν: ἡ δ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ, ἐν δὲ θεείου πλῆτο, πέσον δ ἐκ νηὸς ἑταῖροι. οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν κύμασιν ἐμφορέοντο, θεὸς δ ἀποαίνυτο νόστον. αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρ ἀπὸ τοίχους λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα, ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπ αὐτῷ ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς: τῷ ῥ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν, ἑζόμενος δ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기