호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες:? ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ. ἦ τοι ὅτ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ πᾶς ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δ ἄχνη ἄκροισι σκοπέλοισιν ἐπ ἀμφοτέροισιν ἔπιπτεν: ἀλλ ὅτ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ, πᾶς ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε ψάμμῳ κυανέη: τοὺς δὲ χλωρὸν δέος ᾕρει. ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον: τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους ἓξ ἕλεθ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν. σκεψάμενος δ ἐς νῆα θοὴν ἅμα καὶ μεθ ἑταίρους ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν ὑψός ἀειρομένων: ἐμὲ δὲ φθέγγοντο καλεῦντες ἐξονομακλήδην, τότε γ ὕστατον, ἀχνύμενοι κῆρ. ὡς δ ὅτ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο, ἀσπαίροντα δ ἔπειτα λαβὼν ἔρριψε θύραζε, ὣς οἵ γ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας: αὐτοῦ δ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι: οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι πάντων, ὅσς ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기