호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
" ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν:? οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν: ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε, ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω. νῦν δ ἄγεθ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες. ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς δώῃ τόνδε γ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι: σοὶ δέ, κυβερνῆθ, ὧδ ἐπιτέλλομαι: ἀλλ ἐνὶ θυμῷ βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς. τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἐέργε νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι κεῖς ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기