호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δ ἄκουσον, ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.? Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται. ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ Σειρήνων, τῷ δ οὔ τι γυνὴ καὶ νήπια τέκνα οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται, ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ ἥμεναι ἐν λειμῶνι, πολὺς δ ἀμφ ὀστεόφιν θὶς ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι. ἀλλὰ παρεξελάαν, ἐπὶ δ οὐάτ ἀλεῖψαι ἑταίρων κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ τῶν ἄλλων: ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κ ἐθέλῃσθα, δησάντων ς ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ αὐτοῦ πείρατ ἀνήφθω, ὄφρα κε τερπόμενος ὄπ ἀκούσῃς Σειρήνοιιν. εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς, οἱ δέ ς ἔτι πλεόνεσσι τότ ἐν δεσμοῖσι διδέντων. αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι, ἔνθα τοι οὐκέτ ἔπειτα διηνεκέως ἀγορεύσω, ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς θυμῷ βουλεύειν: ἐρέω δέ τοι ἀμφοτέρωθεν. ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δ αὐτὰς κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης: Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι. τῇ μέν τ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι τρήρωνες, ταί τ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν, ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη: ἀλλ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι. τῇ δ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται, ἀλλά θ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν κύμαθ ἁλὸς φορέουσι πυρός τ ὀλοοῖο θύελλαι. οἰή δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς, Ἀργὼ πᾶσι μέλουσα, παρ Αἰήταο πλέουσα. καὶ νύ κε τὴν ἔνθ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας, ἀλλ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἠε῀ν Ιἤσων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기