호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Αἴ¨δος εἴσω, αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτ ἔλθοι ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.? καί νύ κ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ, Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα: ἀλλὰ πρὶν ἐπὶ ἔθνε ἀγείρετο μυρία νεκρῶν ἠχῇ θεσπεσίῃ: ἐμὲ δὲ χλωρὸν δέος ᾕρει, μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου ἐξ Αἴδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기