- 텍스트

Homer, Odyssey, Book 11 65:

(호메로스, 오디세이아, Book 11 65:)

"αἱ δ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδε ἑκάστη.? οἰή δ Αἰάντος ψυχὴ Τελαμωνιάδαο νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης, τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ τεύχεσιν ἀμφ Ἀχιλῆος: ἔθηκε δὲ πότνια μήτηρ. παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη. ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδ ἐπ ἀέθλῳ: τοίην γὰρ κεφαλὴν ἕνεκ αὐτῶν γαῖα κατέσχεν, Αἰάνθ, ὃς πέρι μὲν εἶδος, πέρι δ ἔργα τέτυκτο τῶν ἄλλων Δαναῶν μετ ἀμύμονα Πηλεΐωνα. τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION