- 텍스트

Homer, Odyssey, Book 11 62:

(호메로스, 오디세이아, Book 11 62:)

"ὣς ἔφατ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:? ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι, αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις: αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης ἤγαγον ἐκ Σκύρου μετ ἐυκνήμιδας Ἀχαιούς. ἦ τοι ὅτ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς, αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων: Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἰώ. αὐτὰρ ὅτ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ, οὔ ποτ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδ ἐν ὁμίλῳ, ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων, πολλοὺς δ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι. πάντας δ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ ὀνομήνω, ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν, ἀλλ οἱο῀ν τὸν Τηλεφίδην κατενήρατο χαλκῷ, ἡρ´ω Εὐρύπυλον, πολλοὶ δ ἀμφ αὐτὸν ἑταῖροι Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων. κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον. αὐτὰρ ὅτ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμ Ἐπειός, Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δ ἐπὶ πάντα τέταλτο, ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδ ἐπιθεῖναι, ἔνθ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες δάκρυά τ ὠμόργνυντο τρέμον θ ὑπὸ γυῖα ἑκάστου: κεῖνον δ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν οὔτ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν δάκρυ ὀμορξάμενον: ὁ δέ γε μάλα πόλλ ἱκέτευεν ἱππόθεν ἐξέμεναι, ξίφεος δ ἐπεμαίετο κώπην καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα. ἀλλ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν ἀσκηθής, οὔτ ἂρ βεβλημένος ὀξέι χαλκῷ οὔτ αὐτοσχεδίην οὐτασμένος, οἱά῀ τε πολλὰ γίγνεται ἐν πολέμῳ: ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION