호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδας ἄλλυδις ἄλλῃ ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων, ἦλθε δ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο ἀχνυμένη:? περὶ δ ἄλλαι ἀγηγέραθ, ὅσσοι ἅμ αὐτῷ οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον. ἔγνω δ αἶψ ἔμ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν: κλαῖε δ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων, πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων: ἀλλ οὐ γάρ οἱ ἔτ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς, οἱή περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기