호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"τὴν δὲ μετ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι, καί ῥ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δ ἐγενέσθην, Ὦτόν τ ἀντίθεον τηλεκλειτόν τ Ἐφιάλτην, οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα:? ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι. οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ φυλόπιδα στήσειν πολυάικος πολέμοιο. Ὄσσαν ἐπ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον, ἵν οὐρανὸς ἀμβατὸς εἰή. καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο: ἀλλ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ, ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기