호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα, ὁπλοτάτην κούρην Ἀμφίονος Ιἀσίδαο, ὅς ποτ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν:? ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα, Νέστορά τε Χρόνιον τε Περικλύμενόν τ ἀγέρωχον. τοῖσι δ ἐπ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι, τὴν πάντες μνώοντο περικτίται: οὐδ ἄρα Νηλεὺς τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης ἀργαλέας: τὰς δ οἰο῀ς ὑπέσχετο μάντις ἀμύμων ἐξελάαν: χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε, δεσμοί τ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται. ἀλλ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὡρ῀αι, καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη, θέσφατα πάντ εἰπόντα: Διὸς δ ἐτελείετο βουλή.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기