호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἡ δ ἐς πείραθ ἵκανε βαθυρρόου Ὠκεανοῖο.? ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε, ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι: οὐδέ ποτ αὐτοὺς ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν, οὔθ ὁπότ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα, οὔθ ὅτ ἂν ἂψ ἐπὶ γαῖαν ἀπ οὐρανόθεν προτράπηται, ἀλλ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι. νῆα μὲν ἔνθ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα εἱλόμεθ: αὐτοὶ δ αὖτε παρὰ ῥόον Ὠκεανοῖο ᾔομεν, ὄφρ ἐς χῶρον ἀφικόμεθ, ὃν φράσε Κίρκη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기