- 텍스트

Homer, Odyssey, Book 10 66:

(호메로스, 오디세이아, Book 10 66:)

"ὣς ἐφάμην, ἡ δ αὐτίκ ἀμείβετο δῖα θεάων:? διογενὲς Λαερτιάδη, πολυμήχαν Ὀδυσσεῦ, μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω, ἱστὸν δὲ στήσας, ἀνά θ ἱστία λευκὰ πετάσσας ἧσθαι: τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν. ἀλλ ὁπότ ἂν δὴ νηὶ δι Ὠκεανοῖο περήσῃς, ἔνθ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης, μακραί τ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι, νῆα μὲν αὐτοῦ κέλσαι ἐπ Ὠκεανῷ βαθυδίνῃ, αὐτὸς δ εἰς Αἴδεω ἰέναι δόμον εὐρώεντα. ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν Κώκυτός θ, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ, πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων: ἔνθα δ ἔπειθ, ἡρ´ως, χριμφθεὶς πέλας, ὥς σε κελεύω, βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα, ἀμφ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν, πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ, τὸ τρίτον αὖθ ὕδατι: ἐπὶ δ ἄλφιτα λευκὰ παλύνειν. πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα, ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη, ῥέξειν ἐν μεγάροισι πυρήν τ ἐμπλησέμεν ἐσθλῶν, Τειρεσίῃ δ ἀπάνευθεν ὀίν ἱερευσέμεν οἰῴ παμμέλαν, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν. αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν, ἔνθ ὀίν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν εἰς Ἔρεβος στρέψας, αὐτὸς δ ἀπονόσφι τραπέσθαι ἱέμενος ποταμοῖο ῥοάων: ἔνθα δὲ πολλαὶ ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων. δὴ τότ ἔπειθ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι μῆλα, τὰ δὴ κατάκειτ ἐσφαγμένα νηλέι χαλκῷ, δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν, ἰφθίμῳ τ Αἴδῃ καὶ ἐπαινῇ Περσεφονείῃ: αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι. ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν, ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου νόστον θ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION