호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὣς ἔφατ, αὐτὰρ ἐμοί γ ἐπεπείθετο θυμὸς ἀγήνωρ, βῆν δ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.? εὑρ῀ον ἔπειτ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους οἴκτρ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας. ὡς δ ὅτ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας, ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται, πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι: οὐδ ἔτι σηκοὶ ἴσχους, ἀλλ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι: μητέρας: ὣς ἔμ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι, δακρυόεντες ἔχυντο: δόκησε δ ἄρα σφίσι θυμὸς ὣς ἔμεν, ὡς εἰ πατρίδ ἱκοίατο καὶ πόλιν αὐτὴν τρηχείης Ἰθάκης, ἵνα τ ἔτραφεν ἠδ ἐγένοντο. καί μ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기