호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει ῥάβδον ἔχους ἐν χειρί, θύρας δ ἀνέῳξε συφειοῦ, ἐκ δ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.? οἱ μὲν ἔπειτ ἔστησαν ἐναντίοι, ἡ δὲ δι αὐτῶν ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο. τῶν δ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη: ἄνδρες δ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν, καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι. ἔγνωσαν δέ μ ἐκεῖνοι ἔφυν τ ἐν χερσὶν ἕκαστος. πᾶσιν δ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα σμερδαλέον κονάβιζε: θεὰ δ ἐλέαιρε καὶ αὐτή.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기