호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι:? ὦ φίλοι, οὐ γάρ τ ἴδμεν, ὅπῃ ζόφος οὐδ ὅπῃ ἠώς, οὐδ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶς ὑπὸ γαῖαν, οὐδ ὅπῃ ἀννεῖται: ἀλλὰ φραζώμεθα θᾶσσον εἴ τις ἔτ ἔσται μῆτις. ἐγὼ δ οὔκ οἰόμαι εἶναι. εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται: αὐτὴ δὲ χθαμαλὴ κεῖται: καπνὸν δ ἐνὶ μέσσῃ ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기