호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.? ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ. τείρετο δ ἀνδρῶν θυμὸς ὑπ εἰρεσίης ἀλεγεινῆς ἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή. ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ, ἑβδομάτῃ δ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον, Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν ἠπύει εἰσελάων, ὁ δέ τ ἐξελάων ὑπακούει. ἔνθα κ ἀύπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς, τὸν μὲν βουκολέων, τὸν δ ἄργυφα μῆλα νομεύων: ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기