호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων:? ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δ ἐκ πάντες ὄρουσαν. τοὺς δ αἶψ ἁρπάξασα φέρεν πόντονδε θύελλα κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γε ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα, ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ, ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην. ἀλλ ἔτλην καὶ ἔμεινα, καλυψάμενος δ ἐνὶ νηὶ κείμην. αἱ δ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ αὖτις ἐπ Αἰολίην νῆσον, στενάχοντο δ ἑταῖροι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기