호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"δὴ τότε τοὺσ ἄλλουσ κελόμην ἐρίηρασ ἑταίρουσ αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι, αὐτὰρ ἐγὼ κρίνασ ἑτάρων δυοκαίδεκ’ ἀρίστουσ βῆν· αὐτίκα γάρ μοι ὀίσατο θυμὸσ ἀγήνωρ ἄνδρ’ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν, ἄγριον, οὔτε δίκασ ἐὺ εἰδότα οὔτε θέμιστασ. ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανοσ οἴνοιο ἡδέοσ, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεοσ υἱόσ, ἱρεὺσ Ἀπόλλωνοσ, ὃσ Ἴσμαρον ἀμφιβεβήκει, οὕνεκά μιν σὺν παιδὶ περισχόμεθ’ ἠδὲ γυναικὶ ἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι Φοίβου Ἀπόλλωνοσ. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα· χρυσοῦ μέν μοι ἔδωκ’ ἐυεργέοσ ἑπτὰ τάλαντα, δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσασ ἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τισ αὐτὸν ἠείδη δμώων οὐδ’ ἀμφιπόλων ἐνὶ οἴκῳ, ἀλλ’ αὐτὸσ ἄλοχόσ τε φίλη ταμίη τε μί’ οἰή. τὸν δ’ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν, ἓν δέπασ ἐμπλήσασ ὕδατοσ ἀνὰ εἴκοσι μέτρα χεῦ’, ὀδμὴ δ’ ἡδεῖα ἀπὸ κρητῆροσ ὀδώδει θεσπεσίη· τότ’ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἠε͂ν. τοῦ φέρον ἐμπλήσασ ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα κωρύκῳ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기